Ομηρικοί Ύμνοι PDF Εκτύπωση E-mail
Αρχαία Ελλάδα - Αρθρογραφία

εις ΓΑΙΑΝ
Γαίαν παμμήτειραν αείσομαι ηϋθέμεθλον
πρεσβίστην ή φέρβει επί χθονί πανθ' υποσ' εστίν
ημέν όσα χθόνα δίαν επέρχεται ηδ' όσα πόντον
ηδ' όσα πωτώνται τάδε φέρβεται εκ σέθεν όλβου
εκ σέο δ' εύπαιδες τε και εύπαρποι τηλέθουσι
πότνια σεύ δ' έχεται δούναι βίον ηδ' αφελέσθαι
θνητοίς ανθρώποισιν ο δ' όλβιος ον κε συ θυμώ
πρόφρων τιμήσης τω τ' άφθονα πάντα πάρεστι
βρίθει μεν σφιν άρουρα φερέσβιος ηδέ κατ' αγρούς
κτήνεσιν ευθηνεί οίκος δ' εμπίπλαται εσθλών
αυτοί δ' ευνομίησι πόλιν κάτα καλλιγύναικα
κοιρανέουσ' όλβος δε πολύς και πλούτος οπηδεί
παίδες δ' ευφροσύνη νεοθηλέι κυδιόωσι
παρθενικαί τε χοροίς φερεσανθέσιν εύφρονι θυμώ
παίζουσαι σκαίρουσι κατ' άνθεα μαλθακά ποίης
ούς κε συ τιμήσης σεμνή θεά άφθονε δαίμον
χαίρε θεών μήτηρ άλοχ' Ουρανού αστερόεντος
πρόφρων δ' αντ' ωδής βίοτον θυμήρε' όπαζε
αυτάρ εγώ και σείο και άλλης μνήσομ' αοιδής

εις ΔΙΑΝ
Ζήνα θεών τον άριστο αείσομαι ηδέ μέγιστον
ευρύοπα κρείοντα τελεσφόρον ος τε Θέμιστι
εγκλιδόν εζομένη πυκινούς οάρους οαρίζει
ιληθ' ερύοπα Κρονίδη κύδιστε μέγιστε

εις ΔΙΟΝΥΣΟΝ
Κισσοκόμην Διόνυσον ερίβρομον άρχομ' αείδειν
Ζηνός και Σεμέλης ερικυδέος αγλαόν υιόν
ον τρέφον ηύκομαι νύμφαι παρά πατρός άνακτος
δεξάμεναι κόλποισι και ενδυκέως ατίταλλον
Νύσης εν γυάλοις ο δ' αέξετο πατρός έκητι
άντρω εν ευώδει μεταρίθμιος αθανάτοισιν
αυτάρ επεί δη τόνδε θεαί πολύυμνον έθρεψαν
δη τότε φοιτίζεσκε καθ' υλήεντας εναύλους
κισσώ και δάφνη πεπυκασμένος αι δ' αμ' έποντο
νύμφαι ο δ' εξηγείτο βρόμος δ' έχειν άσπετον ύλην
και συ μεν ούτω χαίρε πολυστάφυλ' ώ Διόνυσε
δος δ' ημάς χαίροντας ες ώρας αύτις ικέσθαι
εκ δ' αυθ' ωράων εις τους πολλούς ενιαυτούς

εις ΕΣΤΙΑΝ
Εστίη ή πάντων εν δώμασιν υψηλοίσιν
αθανάτων τε θεών χαμαί ερχομένων τ' ανθρώπων
έδρην αίδιον έλαχες πρεσβηίδα τιμήν
καλόν έχουσα γέρας και τιμήν ου γαρ άτερ σου
ειλαπίναι θνητοίσιν ιν' ου πρώτη πυμάτη τε
Εστίη αρχόμενος σπένδει μελιηδέα οίνον
και συ μοι Αργειφόντα Διός και Μαιάδος υιέ
άγγελε των μακάρων χρυσόρραπι δώτορ εάων
ναίετε δώματα καλά φίλα φρεσίν αλλήλοισιν
ίλαος ων επάρηγε συν αιδοίη τε φίλη τε
Εστίη αμφότεροι γαρ επιχθονίων ανθρώπων
ειδότες έργματα καλά νόω θ' έσπεσθε και ήβη
χαίρε Κρόνου θύγατερ συ τε και χρυσόρραπις Ερμής
αυτάρ εγών υμέων τε και άλλης μνήσομ'μ αοιδής

εις ΗΛΙΟΝ
Ηλιον υμνείν αύτε Διός τέκος άρχεο Μούσα
Καλλιόπη φαέθοντα τον Ερυφάεσσα βοώπις
γείνατο Γαίης παιδί και Ουρανού αστερόεντος
γήμε γαρ Ευρυφάεσσαν αγακλειτήν Υπερίων
αυτοκασιγνήτην ή οι τέκε κάλλιμα τέκνα
Ηώ τε ροδόπηχυν εϋπλόκαμον τε Σελήνην
Ηέλιον τ' ακάμαντ' επιείκελον αθανάτοισιν
ός φαίνει θνητοίσι και αθανάτοισι θεοίσιν
ίπποις εμβεβαώς σμερδνόν δ' ό γε δέρκεται όσσοις
χρυσής εκ κόρυθος λαμπραί δ' ακτίνες απ' αυτού
αιγλήεν στίλβουσι παρά κροτάφων τε παρειαί
λαμπραί από κρατός χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές καλόν δε περί χροί λάμπεται έσθος
λεπτουργές πνοιή ανέμων υπό δ' άρσενες ίπποι
ενθ' αρ' ό γε στήσας χρυσόζυγον άρμα και ίππους
θεσπέσιος πέμπησι δι' ουρανού ωκεανόν δε
χαίρε άναξ πρόφρων δε βίον θυμήρε' όπαζε
εκ σέο δ' αρξάμενος κλήσω μερόπων γένος ανδρών
ημιθέων ων έργα θεοί θνητοίσιν έδειξαν

εις ΣΕΛΗΝΗΝ
Μήνην αείδειν τανυσίπτερον έσπετε Μούσαι
ηδυεπείς κούραι Κρονίδεω Διός ίστορες ωδής
ής άπο αίγλη γαίαν ελίσσεται ουρανόδεικτος
κρατός απ' αθανάτοιο πολύς δ' υπό κόσμος όρωρεν
αίγλης λαμπούσης στίλβει δε τ' αλάμπετος αήρ
χρυσέου από στεφάνου ακτίνες δ' ενδιάνονται
εύτ' αν απ' Ωκεανοίο λοεσσαμένη χρόα καλόν
είματα εσσαμένη τηλαυγέα δία Σελήνη
ζευξαμένη πώλους εριαύχενας αιγλήεντας
εσσυμένως προτέρωσ' ελάση καλλίτριχας ίππους
εσπερίη διχόμηνος ό τε πλήθει μέγας όγμος
λαμπρόταται τ' αυγαί τοτ' αεξομένης τηλέθουσιν
ουρανόθεν τέκμωρ δε βροτοίς και σήμα τέτυκται
τη ρα ποτε Κρονίδης εμίγη φιλότητι και ευνή
η δ' υποκυσαμένη Πανδείην γείνατο κούρην
εκπρεπές είδος έχουσαν εν αθανάτοισι θεοίσι
χαίρε άνασσα θεά λευκώλενε δία Σελήνη
πρόφρον εϋπλόκαμος σέο δ' αρχόμενος κλέα φωτών
άσομαι ημιθέων ων κλείουσ' έργματ' αοιδοί
Μουσάων θεράποντες από στομάτων εροέντων

Μοιράσου αυτό το άρθρο!