Ορφικοί Ύμνοι PDF Εκτύπωση E-mail
Αρχαία Ελλάδα - Αρθρογραφία

ΑΘΗΝΑΣ
Παλλάς μουνογενής μεγάλου Διός έκγονε σεμνή
δία μάκαιρα θεά πολεμόκλονε ομβριμόθυμε
άρρητε ρητή μεγαλώνυμε αντροδίαιτε
ή διέπεις όχθους υψαύχενας ακρωρείους
ηδ' όρεα σκιόεντα νάπαισί τε σην φρένα τέρπεις
οπλοχαρής οιστρούσα βροτών ψυχάς μανίαισι
γυμνάζουσα κόρη φρικώδη θυμόν έχουσα
Γοργοφόνη φυγόλεκτρε τεχνών μήτερ πολύολβε
ορμάστειρα φίλοιστρε κακοίς αγαθοίς δε φρόνησις
άρσην μεν και θήλυς έφυς πολεματόκε μήτι
αιολόμορφε δράκαινα φιλένθεε αγλαότιμε
Φλεγραίων ολέτειρα γιγάντων ιππελάτειρα
Τριτογένεια λύτειρα κακών νικηφόρε δαίμον
ήματα και νύκτας αιεί νεάταισιν εν ώραις
κλυθί μου ευχομένου δος δ' ειρήνην πολύολβον
και κόρον ηδ' υγίειαν επ' ευόλβοισιν εν ώραις
γλαυκώφ' ευρεσίτεχνε πολυλλίστη βασίλεια

ΑΙΘΕΡΟΣ
(θυμίαμα κρόκον)
Ω Διός υψιμέλαθρον έχων κράτος αιέν ατειρές
άστρων ηελίου τε σεληναίης τε μέρισμα
πανδαμάτωρ πυρίπνου πάσι ζωοίσιν έναυσμα
υψιφανής Αιθήρ κόσμου στοιχείον άριστον
αγλαόν ώ βλάστημα σελασφόρον αστεροφεγγές
κικλήσκων λίτομαί σε κεκραμένον εύδιον είναι

ΑΠΟΛΛΩΝΟΣ
(θυμίαμα μάνναν)
Ελθέ μάκαρ Παιάν Τιτυοκτόνε Φοίβε Λυκορεύ
Μεμφίτ' αγλαότιμε ιήιε ολβιοδώτα
χρυσολύρη σπερμείε αρότριε Πύθιε Τιτάν
Γρύνειε Σμινθεύ Πυθοκτόνε Δελφικέ μάντι
άγριε φωσφόρε δαίμον εράσμιε κύδιμε κούρε
μουσαγέτα χοροποιέ εκηβόλε τοξοβέλεμνε
Βάκχιε και Διδυμεύ εκάεργε Λοξία αγνέ
Δήλιε άναξ πανδερκές έχων φαεσίμβροτον όμμα
χρυσοκόμα καθαράς φήμας χρησμούς τ' αναφαίνων
κλυθί μου ευχομένου λαών ύπερ εύφρονι θυμώι
τόνδε συ γαρ λεύσσεις τον απείριτον αιθέρα πάντα
γαίαν τ' ολβιόμοιρον ύπερθέ τε και δι' αμολγού
νυκτός εν ησυχίαισιν υπ' αστεροόμματον όρφνην
ρίζας νέρθε δέδορκας έχεις δε τε πείρατα κόσμου
παντός σοι δ' αρχή τε τελευτή τ' εστί μέλουσα
παντοθαλής συ δε πάντα πόλον κιθάρηι πολυκρέκτωι
αρμόζεις οτέ μεν νεάτης επί τέρματα βαίνων
άλλοτε δ' αυθ' υπάτην ποτέ Δώριον εις διάκοσμον
πάντα πόλον κιρνάς κρίνεις βιοθρέμμονα φύλα
αρμονίηι κεράσας παγκόσμιον ανδράσι μοίραν
μίξας χειμώνος θέρεος τ' ίσον αμφοτέροισιν
εις υπάτας χειμώνα θέρος νεάταις διακρίνας
Δώριον εις έαρος πολυηράτου ώριον άνθος
ένθεν επωνυμίην σε βροτοί κλήιζουσιν άνακτα
Πάνα θεόν δικέρωτ' ανέμων συρίγμαθ' ιέντα
ούνεκα παντός έχεις κόσμου σφραγίδα τυπώσιν
κλύθι μάκαρ σώζων μύστας ικετηρίδι φωνήι

ΑΡΕΟΣ
(θυμίαμα λίβανον)
Αρρηκτ' ομβριμόθυμε μεγασθενές άλκιμε δαίμον
οπλοχαρής αδάμαστε βροτοκτόνε τειχεσιπλήτα
Αρες άναξ οπλόδουπε φόνοις πεπαλαγμένος αιεί
αίματι ανδροφόνωι χαίρων πολεμόκλονε φρικτέ
ος ποθέεις ξίφεσιν τε και έγχεσι δήριν άμουσον
στήσον έριν λυσσώσαν άνες πόνον αλγεσίθυμον
εις δε πόθον νεύσον Κύπριδος κώμους τε Λυαίου
αλλάξας αλκήν όπλων εις έργα τα Δηούς
ειρήνην ποθέων κουροτρόφων ολβιοδώτιν

ΑΡΤΕΜΙΔΟΣ
(θυμίαμα μάνναν)
Κλύθι μου ώ βασίλεια Διός πολυώνυμε κούρη
Τιτανίς βρομία μεγαλώνυμε τοξότι σεμνή
πασιφαής δαιδούχε θεά Δίκτυννα λοχεία
ωδίνων επαρωγέ και ωδίνων αμύητε
λυσίζωνε φίλοιστρε κυνηγέτι λυσιμέριμνε
εύδρομε ιοχέαιρα φιλαγρότι νυκτερόφοιτε
κληισία ευάντητε λυτηρία αρσενόμορφε
Ορθία ωκυλόχεια βροτών κουροτρόφε δαίμον
αμβροτέρα χθονία θηροκτόνε ολβιόμοιρε
ή κατέχεις ορέων δρυμούς ελαφηβόλε σεμνή
πότνια παμβασίλεια καλόν θάλος αιέν εούσα
δρυμονία σκυλακίτι Κυδωνιάς αιολόμορφε
ελθέ θεά σώτειρα φίλη μύστηισιν άπασιν
ευάντητος άγουσα καλούς καρπούς από γαίης
ειρήνην τ' ερατήν καλλιπλόκαμον θ' υγίειαν
πέμποις δ' εις ορέων κεφαλάς νούσους τε και άλγη

ΑΣΚΛΗΠΙΟΥ
(θυμίαμα μάνναν)
Ιητήρ πάντων Ασκληπιέ δέσποτα Παιάν
θέλγων ανθρώπων πολυαλγέα πήματα νούσων
ηπιόδωρε κραταιέ μόλοις κατάγων υγίειαν
και παύων νούσους χαλεπάς κήρας θανάτοιο
αυξιθαλής επίκουρ' απαλεξίκακε ολβιόμοιρε
Φοίβου Απόλλωνος κρατερόν θάλος αγλαότιμον
εχθρέ νόσων Υγίειαν έχων σύλλεκτρον αμεμφή
ελθέ μάκαρ σωτήρ βιοτής τέλος εσθλόν οπάζων

ΑΦΡΟΔΙΤΗΝ
Ουρανία πολύυμνε φιλομμειδής Αφροδίτη
ποντογενής γενέτειρα θεά φιλοπάννυχε σεμνή
νυκτερία ζεύκτειρα δολοπλόκε μήτερ Ανάγκης
πάντα γαρ εκ σέθεν εστίν υπεζεύξω δε κόσμον
και κρατέεις τρισσών μοιρών γεννάις δε τα πάντα
όσσα τ' εν ουρανώι εστι και εν γαίηι πολυκάρπωι
εν πόντου τε βυθώι σεμνή Βάκχοιο πάρεδρε
τερπομένη θαλίαισι γαμοστόλε μήτερ Ερώτων
Πειθοί λεκτροχαρής κρυφία χαριδώτι
φαινομένη αφανής ερατοπλόκαμε ευπατέρεια
νυμφιδία σύνδαιτι θεών σκηπτούχε λύκαινα
γεννοδότειρα φίλανδρε ποθεινοτάτη βιοδώτι
η ζεύξασα βροτούς αχαλινώτοισιν ανάγκαις
και θηρών πολύ φύλον ερωτομανών υπό φίλτρων
έρχεο Κυπρογενές θείον γένος είτε εν Ολύμπωι
εσσί θεά βασίλεια καλώι γήθουσα προσώπωι
είτε και ευλιβάνου Συρίης έδος αμφιπολεύεις
είτε συ γε εν πεδίουσι συν άρμασι χρυσεοτεύκτοις
Αιγύπτου κατέχεις ιερής γονιμώδεα λουτρά
ή και κυκνείουσιν όχοις επί πόντιον οίδμα
ερχομένη χαίρεις κητών κυκλίαισι χορείαις
ή νύμφαις τέρπηι κυανώπισιν εν χθονί δίηι
θίνας επ' αιγιαλοίς ψαμμώδεσιν άλματι κούφωι
είτε εν Κύπρωι άνασσα τροφώι σέο ένθα καλαί σε
παρθένοι άδμηται νύμφαι τ' ανά πάντ' ενιαυτόν
υμνούσιν σε μάκαιρα και άμβροτον αγνόν Αδωνιν
ελθέ μάκαιρα θεά μαλ' επήρατον είδος έχουσα
ψυχήι γαρ σε καλώ σεμνήι αγίοισι λόγοισιν

ΓΑΙΑΣ
(θυμίαμα παν σπέρμα πλην κυάμων και αρωμάτων)
Γαία θεά μήτερ μακάρων θνητών τ' ανθρώπων
παντρόφε πανδώτειρα τελεσφόρε παντολέτειρα
αυξιθαλής φερέκαρπε καλαίς ώραισι βρύουσα
έδρανον αθανάτου κόσμου πολυποίκιλε κούρη
ή λοχίαις ωδίσι κύεις καρπόν πολυειδή
αιδία πολύσεπτε βαθύστερν' ολβιόμοιρε
ηδυπνόοις χαίρουσα χλόαις πολυανθέσι δαίμον
ομβροχαρής περί ή κόσμος πολυδαίδαλος άστρων
ειλείται φύσει αενάωι και ρεύμασι δεινοίς
αλλά μάκαιρα θεά καρπούς αύξοις πολυγηθείς
ευμενές ήτορ έχουσα συν ολβίοισιν εν ώραις

ΔΗΜΗΤΡΟΣ ΕΛΕΥΣΙΝΙΑΣ
(θυμίαμα στύρακα)
Δηώ παμμήτειρα θεά πολυώνυμε δαίμον
σεμνή Δήμητερ κουροτρόφε ολβιοδώτι
πλουτοδότειρα θεά σταχυοτρόφε παντοδότειρα
ειρήνηι χαίρουσα και εργασίαις πολυμόχθοις
σπερμεία σωρίτι αλωαία χλοόκαρπε
ή ναίεις αγνοίσιν Ελευσίνος γυάλοισιν
ιμερόεσσα ερατή θνητών θρέπτειρα προπάντων
η πρώτη ζεύξασα βοών αροτήρα τένοντα
και βίον ιμερόεντα βροτοίς πολύολβον ανείσα
αυξιθαλής Βρομίοιο συνέστιος αγλαότιμος
λαμπαδόεσσα αγνή δρεπάνοις χαίρουσα θερείοις
συ χθόνια συ δε φαινομένη συ δε πάσι προσηνής
εύτεκνε παιδοφίλη σεμνή κουροτρόφε κούρα
άρμα δρακοντείοισιν υποζεύξασα χαλινοίς
εγκυκλίοις δίναις περί σον θρόνον ευάζουσα
μουνογενής πολύτεκνε θεά πολυπότνια θνητοίς
ής πολλαί μορφαί πολυάνθεμοι ιεροθαλείς
ελθέ μάκαιρ' αγνή καρποίς βρίθουσα θερείοις
ειρήνην κατάγουσα και ευνομίην ερατεινήν
και πλούτον πολύολβον ομού δ' υγίειαν άνασσαν

ΔΙΟΝΥΣΟΥ
(θυμίαμα στύρακα)
Κικλήσκω Διόνυσον ερίβρομον ευαστήρα
πρωτόγονον διφυή τρίγονον Βακχείον άνακτα
άγριον άρρητον κρύφιον δικέρωτα δίμορφον
κισσόβρυον ταυρωπόν Αρήιον εύιον αγνόν
ωμάδιον τριετή βοτρυηφόρον ερνεσίπεπλον
Ευβοθλεύ πολύβουλε Διός και Περσεφονείης
αρρήτοις λέκτροισι τεκνωθείς άμβροτε δαίμον
κλύθι μάκαρ φωνής ηδύς δ' επίπνευσον αμεμφής
ευμενές ήτορ έχων συν ευζώνοισι τιθήναις

ΔΙΟΣ
(θυμίαμα στύρακα)
Ζεύ πολυτίμητε Ζεύ άφθιτε τήνδε τοι ημείς
μαρτυρίαν τιθέμεσθα λυτήριον ηδέ πρόσευξιν
ώ βασιλεύ δια σην κεφαλήν εφάνη τάδε θεία
γαία θεά μήτηρ ορέων θ' υψηχέες όχθοι
και πόντος και πανθ' οπόσ' ουρανός εντός έταξε
Ζεύ Κρόνιε σκηπτούχε καταιβάτα ομβριμόθυμε
παντογένεθλ' αρχή πάντων πάντων τε τελευτή
σεισίχθων αυξητά καθάρσιε παντοτινάκτα
αστρπαίε βρονταίε κεραύνιε φυτάλιε Ζεύ
κλύθι μου αιολόμορφε δίδου δ' υγίειαν αμεμφή
ειρήνην τε θεάν και πλούτου δόξαν άμεμπτον

ΕΡΜΟΥ
(θυμίαμα λίβανον)
Κλύθι μου Ερμεία Διός άγγελε Μαιάδος υιέ
παγκρατές ήτορ έχων εναγώνιε κοίρανε θνητών
εύφρων ποικιλόβουλε διάκτορε αργειφόντα
πτηνοπέδιλε φίλανδρε λόγου θνητοίσι προφήτα
γυμνάσιν ός χαίρεις δολίαις τ' απάταις τροφιούχε
ερμηνεύ πάντων κερδέμπορε λυσιμέριμνε
ός χείρεσσιν έχεις ειρήνης όπλον αμεμφές
Κωρυκιώτα μάκαρ εριούνιε ποικιλόμυθε
εργασίαις επαρωγέ φίλε θνητοίς εν ανάγκαις
γλώσσης δεινόν όπλον το σεβάσμιον ανθρώποισι
κλύθι μμου ευχομένου βιότου τέλος εσθλόν οπάζων
εργασίαισι λόγου χάρισιν και μνημοσύνηισιν

ΕΡΩΤΟΣ
Κικλήσκω μέγαν αγνόν εράσμιον ηδύν Ερωτα
τοξαλκή πτερόεντα πυρίδρομον εύδρομον ορμήι
συμπαίζοντα θεοίς ηδέ θνητοίς ανθρώποις
ευπάλαμον διφυή πάντων κληίδας έχοντα
αιθέρος ουρανίου πόντου χθονός ηδ' όσα θνητοίς
πνεύματα παντογένεθλα θεά βόσκει χλοόκαρπος
ηδ' όσα Τάρταρος ευρύς έχει πόντος θ' αλίδουπος
μούνος γαρ τούτων πάντων οίηκα κρατύνεις
αλλά μάκαρ καθαραίς γνώμαις μύσταισι συνέρχου
φαύλους δ' εκτοπίους θ' ορμάς από τώνδ' απόπεμπε

ΕΚΑΤΗΣ
Εινοδίαν Εκάτην κλήιζω τριοδίτιν εραννήν
ουρανίαν χθονίαν τε και ειναλίαν κροκόπεπλον
τυμβιδίαν ψυχαίς νεκύων μέτα βακχεύουσαν
Περσείαν φιλέρημον αγαλλομένην ελάφοισι
νυκτερίαν σκυλακίτιν αμαιμάκετον βασίλειαν
θηρόβρομον άζωστον απρόσμαχον είδος έχουσαν
ταυροπόλον παντός κόσμου κληιδούχον άνασσαν
ηγεμόνην νύμφην κουροτρόφον ουρεσιφοίτιν
λισσόμενος κούρην τελεταίς οσίαισι παρείναι
βουκόλωι ευμενέουσαν αεί κεχαρηότι θυμώι

ΕΣΤΙΑΣ
Εστία ευδυνάτοιο Κρόνου θύγατερ βασίλεια
ή μέσον οίκον έχεις πυρός αενάοιο μεγίστου
τούσδε συ εν τελεταίς οσίους μύστας αναδείξαις
θεισ' αιειθαλέας πολυόλβους εύφρονας αγνούς
οίκε θεών μακάρων θνητών στήριγμα κραταιόν
αιδίη πολύμορφε ποθεινοτάτη χλοόμορφε
μειδιόωσα μάκαιρα ταδ' ιερά δέξο προθύμως
όλβον επιπνείουσα και ηπιόχειρον υγείαν

ΗΛΙΟΝ
(θυμίαμα λιβανομάνναν)
Κλύθι μάκαρ πανδερκές έχων αιώνιον όμμα
Τιτάν χρυσαυγής Υπερίων ουράνιον φως
αυτοφυής ακάμα ζώιων ηδεία πρόσοψι
δεξιέ μεν γενέτωρ ηούς ευώνυμε νυκτός
κράσιν έχων ωρών τετραβάμοσι ποσσί χορεύων
εύδρομε ριζωτήρ πυρόεις φαιδρωπέ διφρευτά
ρόμβου απειρεσίου δινεύμασιν οίμον ελαύνων
ευσεβέσιν καθοδηγέ καλών ζαμενής ασεβούσι
χρυσολύρη κόσμου τον εναρμόνιον δρόμον έλκων
έργων σημάντωρ αγαθών ωροτρόφε κούρε
κοσμοκράτωρ συρικτά πυρίδρομε κυκλοέλικτε
φωσφόρε αιολόδικτε φερέσβιε κάρπιμε Παιάν
αιθαλής αμίαντε χρόνου το περίδρομον όμμα
σβεννύμενε λάμπων τε καλαίς ακτίσι φαειναίς
δείκτα δικαιοσύνης φιλονάματε δέσποτα κόσμου
πιστοφύλαξ αιεί πανυπέρατε πάσιν αρωγέ
όμμα δικαιοσύνης ζωής φως ώ ελάσιππε
μάστιγι λιγυρήι τετράορον άρμα διώκων
κλύθι λόγων ηδύν δε βίον μύστηισι πρόφαινε

ΗΡΗΣ
Κυανέοις κόλποισιν ενημένη αερόμορφε
Ηρα παμβασίλεια Διός σύλλεκτρε μάκαιρα
ψυχοτρόφους αύρας θνητοίς παρέχουσα προσηνείς
όμβρων μεν μήτηρ ανέμων τροφέ παντογένεθλε
χωρίς γαρ σέθεν ουδέν όλως ζωής φύσιν έγνω
κοινωνείς γαρ άπασι κεκραμένη ηέρι σεμνώι
πάντων γαρ κρατέεις μούνη πάντεσσι τ' ανάσσεις
ηερίοις ροίζοισι τινασσομένη κατά χεύμα
αλλά μάκαιρα θεά πολυώνυμε παμβασίλεια
έλθοις ευμενέουσα καλώι γήθουσα προσώπωι

ΗΦΑΙΣΤΟΥ
(θυμίαμα λιβανομάνναν)
Ηφαιστε ομβριμόθυμε μεγασθενές ακάματον πυρ
λαμπόμενε φλογέαις αυγαίς φαεσίμβροτε δαίμον
φωσφόρε καρτερόχειρ αιώνιε τεχνοδίαιτε
εργαστήρ κόσμοιο μέρος στοιχείον αμεμφές
παμφάγε πανδαμάτωρ πανυπέρτατε παντοδίαιτε
αιθήρ ήλιος άστρα σελήνη φως αμίαντον
ταύτα γαρ Ηφαίστοιο μέλη θνητοίσι προφαίνει
πάντα δε οίκον έχεις πάσαν πόλιν έθνεα πάντα
σώματα τε θνητών οικείς πολύολβε κραταιέ
κλύθι μάκαρ κλήιζω προς ευιέρους επιλοιβάς
αιεί όπως χαίρουσιν επ' έργοις ήμερος έλθοις
παύσον λυσσώσαν μανίαν πυρός ακαμάτοιο
καύσιν έχων φύσεως εν σώμασιν ημετέροισιν

ΘΑΝΑΤΟΥ
(θυμίαμα μάνναν)
Κλύθι μευ ός πάντων θνητών οίηκα κρατύνεις
πάσι διδούς χρόνον αγνόν όσων πόρρωθεν υπάρχεις
σος γαρ ύπνος ψυχήν θραύει και σώματος ολκόν
ηνίκ' αν εκλύηις φύσεως κεκρατημένα δεσμά
τον μακρόν ζώιοισι φέρων αιώνιον ύπνον
κοινός μεν πάντων άδικος δ' ενίοισιν υπάρχων
εν ταχυτήτι βίου παύων νεοήλικας ακμάς
εν σοι γαρ μούνωι πάντων το κριθέν τελεούται
ούτε γαρ ευχαίσιν πείθηι μόνος ούτε λιταίσιν
αλλά μάκαρ μακροίσι χρόνοις ζωής σε πελάζειν
αιτούμαι θυσίαισι και ευχωλαίς λιτανεύων
ως αν έοι γέρας εσθλόν εν ανθρώποισι το γήρας

ΚΡΟΝΟΥ
(θυμίαμα στύρακα)
Αιθαλής μακάρων τε θεών πάτερ ηδέ και ανδρών
ποικιλόβουλε αμίαντε μεγασθενές άλκιμε Τιτάν
ος δαπαναίς μεν άπαντα και αύξεις έμπαλιν αυτός
δεσμούς αρρήκτους ος έχεις κατ' απείρονα κόσμον
αιώνος Κρόνε παγγενέτωρ Κρόνε ποικιλόμυθε
Γαίης τε βλάστημα και Ουρανού ατερόεντος
γέννα φυή μείωσι Ρέας πόσι σεμνέ Προμηθεύ
ος ναίεις κατά πάντα μέρη κόσμοιο γενάρχα
αγκυλομήτα φέριστε κλυών ικετηρίδα φωνήν
πέμποις εύολβον βιότου τέλος αιέν άμεμπτον

ΝΥΚΤΟΣ
(θυμίαμα δαλούς)
Νύκτα θεών γενέτειραν αείσομαι ηδέ και ανδρών
κλύθι μάκαιρα θεά κυαναυγής αστεροφεγγής
ησυχίηι χαίρουσα και ηρεμίηι πολυύπνωι
ευφροσύνη τερπνή φιλοπάννυχε μήτερ ονείρων
ληθομέριμν' αγανή τε πόνων ανάπαυσιν έχουσα
υπνοδότειρα φίλη πάντων ελάσιππε νυχαυγής
ημιτελής χθονία ηδ' ουρανία πάλιν αυτή
εγκυκλία παίκτειρα διώγμασιν ηεροφοίτοις
η φάος εκπέμπεις υπό νέρτερα και πάλι φεύγεις
εις Αίδην δεινή γαρ ανάγκη πάντα κρατύνει
νυν σε μάκαιρα καλώ πολυόλβιε πάσι ποθεινή
ευάντητε κλύουσα ικετηρίδα φωνήν
έλθοις ευμενέουσα φόβους δ' απόπεμπε νυχαυγείς

ΠΑΝΟΣ
(θυμίαμα ποικίλα)
Πάνα καλώ κρατερόν νόμιον κόσμοιο το σύμπαν
ουρανόν ηδέ θάλασσαν ιδέ χθόνα παμβασίλειαν
και πυρ αθάνατον τάδε γαρ μέλη εστί τα Πανός
ελθέ μάκαρ σκιρτητά περίδρομε σύνθρονε Ωραις
αιγομελές βακχευτά φιλένθεε αστροδίαιτε
αρμονίαν κόσμοιο κρέκων φιλοπαίγμονι μολπήι
φαντασιών επαρωγέ φόβων έκπαγλε βροτείων
αιγονόμοις χαίρων ανά πίδακας ηδέ τε βούταις
εύσκοπε θηρητήρ Ηχούς φίλε σύγχορε νυμφών
παντοφυής γενέτωρ πάντων πολυώνυμε δαίμον
κοσμοκράτωρ αυξητά φαεσφόρε κάρπιμε Παιάν
αντροχαρές βαρύμηνις αληθής Ζεύς ο κεράστης
σοι γαρ απειρέσιον γαίης πέδον εστήρικται
είκει δ' ακαμάτου πόντου το βαθύρροον ύδωρ
Ωκεανός τε πέριξ εν ύδασι γαίαν ελίσσων
αέριον τε μέρισμα τροφής ζωοίσιν έναυσμα
και κορυφής εφύπερθεν ελαφροτάτου πυρός όμμα
βαίνει γαρ τάδε θεία πολύκριτα σαίσιν εφετμαίς
αλλάσσεις δε φύσεις πάντων ταις σαίσι προνοίαις
βόσκων ανθρώπων γενεήν κατ' απείρονα κόσμον
αλλά μάκαρ βακχευτά φιλένθεε βαιν επί λοιβαίς
ευιέροις αγαθήν δ' όπασον βιότοιο τελευτήν
Πανικόν εκπέμπων οίστρον επί τέρματα γαίης

ΠΟΣΕΙΔΩΝΟΣ
(θυμίαμα σμύρναν)
Κλύθι Ποσείδαον γαιήοχε κυανοχαίτα
ίππιε χαλκοτόρευτον έχων χείρεσσι τρίαιναν
ος ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα
ποντομέδων αλίδουπε βαρύκτυπε εννοσίγαιε
κυμοθαλής χαριδώτα τετράορον άρμα διώκων
ειναλίοις ροίζοισι τινάσσων αλμυρόν ύδωρ
ος τριτάτης έλαχες μοίρης βαθύ χεύμα θαλάσσης
κύμασι τερπόμενος θηρσίν θ' άμα πόντιε δαίμον
έδρανα γης σώζεις και νηών εύδρομον ορμήν
ειρήνην υγίειαν άγων ηδ' όλβον αμεμφή

ΠΡΩΤΟΓΟΝΟΥ
(θυμίαμα σμύρναν)
Πρωτόγονον καλέω διφυή μέγαν αιθερόπλαγκτον
ωιογενή χρυσέαισιν αγαλλόμενον πτερύγεσσι
ταυροβόαν γένεσιν μακάρων θνητών τ' ανθρώπων
σπέρμα πολύμνηστον πολυόργιον Ηρικεπαίον
άρρητον κρύφιον ροιζήτορα παμφαές έρνος
όσσων ος σκοτόεσσαν απημαύρωσας ομίχλην
πάντη δινηθείς πτερύγων ριπαίς κατά κόσμον
λαμπρόν άγων φάος αγνόν αφ' ού σε Φάνητα κικλήσκω
ηδέ Πρίηπον άνακτα και Ανταύγην ελίκωπον
αλλά μάκαρ πολύμητι πολύσπορε βαίνε γεγηθώς
ες τελετήν αγίαν πολυποίκιλον οργιοφάνταις

ΡΕΑΣ
Πότνα Ρέα θύγατερ πολυμόρφου Πρωτογόνοιο
ητ' επί ταυροφόνων ιερότροχον άρμα τιταίνεις
τυμπανόδουπε φιλοιστρομανές χαλκόκροτε κούρη
μήτερ Ζηνός άνακτος Ολυμπίου αιγιόχοιο
πάντιμ' αγλαόμορφε Κρόνου σύλλεκτρε μάκαιρα
ούρεσιν ή χαίρεις θνητών τ' ολολύγμασι φρικτοίς
παμβασιλεία Ρέα πολεμοκλόνε ομβριμόθυμε
ψευδομένη σώτειρα λυτηριάς αρχιγένεθλε
μήτηρ μεν τε θεών ηδέ θνητών ανθρώπων
εκ σου γαρ και γαία και ουρανός ευρύς ύπερθεν
και πόντος πνοιαί τε φιλόδρομε αερόμορφε
ελθέ μάκαιρα θεά σωτήριος εύφρονι βουλήι
ειρήνην κατάγουσα συν ευόλβοις κτεάτεσσι
λύματα και κήρας πέμπουσι επί τέρματα γαίης

ΣΕΛΗΝΗΝ
Κλύθι θεά βασίλεια φαεσφόρε δία Σελήνη
ταυροκέρως Μήνη νυκτιδρόμε ηεροφοίτι
εννυχία δαιδούχε κόρη ευάστερε Μήνη
αυξομένη και λειπομένη θήλυς τε και άρσην
αυγάστειρα φίλιππε χρόνου μήτερ φερέκαρπε
ηλεκτρίς βαρύθυμε καταυγάστειρα νυχία
πανδερκής φιλάγρυπνε καλοίς άστροισι βρύουσα
ησυχίηι χαίρουσα και ευφρόνηι ολβιομοίρωι
λαμπετίη χαριδώτι τελεσφόρε νυκτός άγαλμα
αστράρχη τανύπεπλη ελικοδρόμε πάνσοφε κούρη
ελθέ μάκαιρα εύφρων ευάστερε φέγγεϊ τρισσώι
λαμπομένη σώζουσα νέους ικέτας σέο κούρη

ΤΙΤΑΝΩΝ
(θυμίαμα λίβανον)
Τιτήνες Γαίης τε και Ουρανού αγλαά τέκνα
ημετέρων πρόγονοι πατέρων γαίης υπένερθεν
οίκοις Ταρταρίοισι μυχώι χθονός ενναίοντες
αρχαί και πηγαί πάντων θνητών πολυμόχθων
ειναλίων πτηνών τε και οί χθόνα ναιετάουσιν
εξ υμέων γαρ πάσα πέλει γενεά κατά κόσμον
υμάς κικλήσκω μήνιν χαλεπήν αποπέμπειν
είς τις από χθονίων προγόνων οίκοις επελάσθη

ΥΓΕΙΑΣ
(θυμίαμα μάνναν)
Ιμερόεσσα ερατή πολυθάλμιε παμβασίλεια
κλύθι μάκαιρα Υγίεια φερόλβιε μήτερ απάντων
εκ σέο γαρ νούσοι μεν αποφθινύθουσι βροτοίσι
πας δε δόμος θάλλει πολυγηθής είνεκα σείο
και τέχναι βρίθουσι ποθεί δε σε κόσμος άνασσα
μούνος δε στυγέει σ' Αίδης ψυχοφθόρος αιεί
αιθαλής ευκταιοτάτη θνητών ανάπαυμα
σου γαρ άτερ πάντα εστίν ανωφελή ανθρώποισιν
ούτε γαρ ολβοδότης πλούτος γλυκερός θαλίηισιν
ούτε γέρων πολύμοχθος άτερ σέο γίγνεσθαι ανήρ
πάντων γαρ κρατέεις μούνη και πάσιν ανάσσεις
αλλά θεά μόλε μυστιπόλοις επιτάρροθος αιεί
ρυομένη νούσων χαλεπών κακόποτμον ανίην

ΑΘΗΝΑΣ
Παλλάς μουνογενής μεγάλου Διός έκγονε σεμνή
δία μάκαιρα θεά πολεμόκλονε ομβριμόθυμε
άρρητε ρητή μεγαλώνυμε αντροδίαιτε
ή διέπεις όχθους υψαύχενας ακρωρείους
ηδ' όρεα σκιόεντα νάπαισί τε σην φρένα τέρπεις
οπλοχαρής οιστρούσα βροτών ψυχάς μανίαισι
γυμνάζουσα κόρη φρικώδη θυμόν έχουσα
Γοργοφόνη φυγόλεκτρε τεχνών μήτερ πολύολβε
ορμάστειρα φίλοιστρε κακοίς αγαθοίς δε φρόνησις
άρσην μεν και θήλυς έφυς πολεματόκε μήτι
αιολόμορφε δράκαινα φιλένθεε αγλαότιμε
Φλεγραίων ολέτειρα γιγάντων ιππελάτειρα
Τριτογένεια λύτειρα κακών νικηφόρε δαίμον
ήματα και νύκτας αιεί νεάταισιν εν ώραις
κλυθί μου ευχομένου δος δ' ειρήνην πολύολβον
και κόρον ηδ' υγίειαν επ' ευόλβοισιν εν ώραις
γλαυκώφ' ευρεσίτεχνε πολυλλίστη βασίλεια

ΑΙΘΕΡΟΣ
(θυμίαμα κρόκον)
Ω Διός υψιμέλαθρον έχων κράτος αιέν ατειρές
άστρων ηελίου τε σεληναίης τε μέρισμα
πανδαμάτωρ πυρίπνου πάσι ζωοίσιν έναυσμα
υψιφανής Αιθήρ κόσμου στοιχείον άριστον
αγλαόν ώ βλάστημα σελασφόρον αστεροφεγγές
κικλήσκων λίτομαί σε κεκραμένον εύδιον είναι

ΑΠΟΛΛΩΝΟΣ
(θυμίαμα μάνναν)
Ελθέ μάκαρ Παιάν Τιτυοκτόνε Φοίβε Λυκορεύ
Μεμφίτ' αγλαότιμε ιήιε ολβιοδώτα
χρυσολύρη σπερμείε αρότριε Πύθιε Τιτάν
Γρύνειε Σμινθεύ Πυθοκτόνε Δελφικέ μάντι
άγριε φωσφόρε δαίμον εράσμιε κύδιμε κούρε
μουσαγέτα χοροποιέ εκηβόλε τοξοβέλεμνε
Βάκχιε και Διδυμεύ εκάεργε Λοξία αγνέ
Δήλιε άναξ πανδερκές έχων φαεσίμβροτον όμμα
χρυσοκόμα καθαράς φήμας χρησμούς τ' αναφαίνων
κλυθί μου ευχομένου λαών ύπερ εύφρονι θυμώι
τόνδε συ γαρ λεύσσεις τον απείριτον αιθέρα πάντα
γαίαν τ' ολβιόμοιρον ύπερθέ τε και δι' αμολγού
νυκτός εν ησυχίαισιν υπ' αστεροόμματον όρφνην
ρίζας νέρθε δέδορκας έχεις δε τε πείρατα κόσμου
παντός σοι δ' αρχή τε τελευτή τ' εστί μέλουσα
παντοθαλής συ δε πάντα πόλον κιθάρηι πολυκρέκτωι
αρμόζεις οτέ μεν νεάτης επί τέρματα βαίνων
άλλοτε δ' αυθ' υπάτην ποτέ Δώριον εις διάκοσμον
πάντα πόλον κιρνάς κρίνεις βιοθρέμμονα φύλα
αρμονίηι κεράσας παγκόσμιον ανδράσι μοίραν
μίξας χειμώνος θέρεος τ' ίσον αμφοτέροισιν
εις υπάτας χειμώνα θέρος νεάταις διακρίνας
Δώριον εις έαρος πολυηράτου ώριον άνθος
ένθεν επωνυμίην σε βροτοί κλήιζουσιν άνακτα
Πάνα θεόν δικέρωτ' ανέμων συρίγμαθ' ιέντα
ούνεκα παντός έχεις κόσμου σφραγίδα τυπώσιν
κλύθι μάκαρ σώζων μύστας ικετηρίδι φωνήι

ΑΡΕΟΣ
(θυμίαμα λίβανον)
Αρρηκτ' ομβριμόθυμε μεγασθενές άλκιμε δαίμον
οπλοχαρής αδάμαστε βροτοκτόνε τειχεσιπλήτα
Αρες άναξ οπλόδουπε φόνοις πεπαλαγμένος αιεί
αίματι ανδροφόνωι χαίρων πολεμόκλονε φρικτέ
ος ποθέεις ξίφεσιν τε και έγχεσι δήριν άμουσον
στήσον έριν λυσσώσαν άνες πόνον αλγεσίθυμον
εις δε πόθον νεύσον Κύπριδος κώμους τε Λυαίου
αλλάξας αλκήν όπλων εις έργα τα Δηούς
ειρήνην ποθέων κουροτρόφων ολβιοδώτιν

ΑΡΤΕΜΙΔΟΣ
(θυμίαμα μάνναν)
Κλύθι μου ώ βασίλεια Διός πολυώνυμε κούρη
Τιτανίς βρομία μεγαλώνυμε τοξότι σεμνή
πασιφαής δαιδούχε θεά Δίκτυννα λοχεία
ωδίνων επαρωγέ και ωδίνων αμύητε
λυσίζωνε φίλοιστρε κυνηγέτι λυσιμέριμνε
εύδρομε ιοχέαιρα φιλαγρότι νυκτερόφοιτε
κληισία ευάντητε λυτηρία αρσενόμορφε
Ορθία ωκυλόχεια βροτών κουροτρόφε δαίμον
αμβροτέρα χθονία θηροκτόνε ολβιόμοιρε
ή κατέχεις ορέων δρυμούς ελαφηβόλε σεμνή
πότνια παμβασίλεια καλόν θάλος αιέν εούσα
δρυμονία σκυλακίτι Κυδωνιάς αιολόμορφε
ελθέ θεά σώτειρα φίλη μύστηισιν άπασιν
ευάντητος άγουσα καλούς καρπούς από γαίης
ειρήνην τ' ερατήν καλλιπλόκαμον θ' υγίειαν
πέμποις δ' εις ορέων κεφαλάς νούσους τε και άλγη

ΑΣΚΛΗΠΙΟΥ
(θυμίαμα μάνναν)
Ιητήρ πάντων Ασκληπιέ δέσποτα Παιάν
θέλγων ανθρώπων πολυαλγέα πήματα νούσων
ηπιόδωρε κραταιέ μόλοις κατάγων υγίειαν
και παύων νούσους χαλεπάς κήρας θανάτοιο
αυξιθαλής επίκουρ' απαλεξίκακε ολβιόμοιρε
Φοίβου Απόλλωνος κρατερόν θάλος αγλαότιμον
εχθρέ νόσων Υγίειαν έχων σύλλεκτρον αμεμφή
ελθέ μάκαρ σωτήρ βιοτής τέλος εσθλόν οπάζων

ΑΦΡΟΔΙΤΗΝ
Ουρανία πολύυμνε φιλομμειδής Αφροδίτη
ποντογενής γενέτειρα θεά φιλοπάννυχε σεμνή
νυκτερία ζεύκτειρα δολοπλόκε μήτερ Ανάγκης
πάντα γαρ εκ σέθεν εστίν υπεζεύξω δε κόσμον
και κρατέεις τρισσών μοιρών γεννάις δε τα πάντα
όσσα τ' εν ουρανώι εστι και εν γαίηι πολυκάρπωι
εν πόντου τε βυθώι σεμνή Βάκχοιο πάρεδρε
τερπομένη θαλίαισι γαμοστόλε μήτερ Ερώτων
Πειθοί λεκτροχαρής κρυφία χαριδώτι
φαινομένη αφανής ερατοπλόκαμε ευπατέρεια
νυμφιδία σύνδαιτι θεών σκηπτούχε λύκαινα
γεννοδότειρα φίλανδρε ποθεινοτάτη βιοδώτι
η ζεύξασα βροτούς αχαλινώτοισιν ανάγκαις
και θηρών πολύ φύλον ερωτομανών υπό φίλτρων
έρχεο Κυπρογενές θείον γένος είτε εν Ολύμπωι
εσσί θεά βασίλεια καλώι γήθουσα προσώπωι
είτε και ευλιβάνου Συρίης έδος αμφιπολεύεις
είτε συ γε εν πεδίουσι συν άρμασι χρυσεοτεύκτοις
Αιγύπτου κατέχεις ιερής γονιμώδεα λουτρά
ή και κυκνείουσιν όχοις επί πόντιον οίδμα
ερχομένη χαίρεις κητών κυκλίαισι χορείαις
ή νύμφαις τέρπηι κυανώπισιν εν χθονί δίηι
θίνας επ' αιγιαλοίς ψαμμώδεσιν άλματι κούφωι
είτε εν Κύπρωι άνασσα τροφώι σέο ένθα καλαί σε
παρθένοι άδμηται νύμφαι τ' ανά πάντ' ενιαυτόν
υμνούσιν σε μάκαιρα και άμβροτον αγνόν Αδωνιν
ελθέ μάκαιρα θεά μαλ' επήρατον είδος έχουσα
ψυχήι γαρ σε καλώ σεμνήι αγίοισι λόγοισιν

ΓΑΙΑΣ
(θυμίαμα παν σπέρμα πλην κυάμων και αρωμάτων)
Γαία θεά μήτερ μακάρων θνητών τ' ανθρώπων
παντρόφε πανδώτειρα τελεσφόρε παντολέτειρα
αυξιθαλής φερέκαρπε καλαίς ώραισι βρύουσα
έδρανον αθανάτου κόσμου πολυποίκιλε κούρη
ή λοχίαις ωδίσι κύεις καρπόν πολυειδή
αιδία πολύσεπτε βαθύστερν' ολβιόμοιρε
ηδυπνόοις χαίρουσα χλόαις πολυανθέσι δαίμον
ομβροχαρής περί ή κόσμος πολυδαίδαλος άστρων
ειλείται φύσει αενάωι και ρεύμασι δεινοίς
αλλά μάκαιρα θεά καρπούς αύξοις πολυγηθείς
ευμενές ήτορ έχουσα συν ολβίοισιν εν ώραις

ΔΗΜΗΤΡΟΣ ΕΛΕΥΣΙΝΙΑΣ
(θυμίαμα στύρακα)
Δηώ παμμήτειρα θεά πολυώνυμε δαίμον
σεμνή Δήμητερ κουροτρόφε ολβιοδώτι
πλουτοδότειρα θεά σταχυοτρόφε παντοδότειρα
ειρήνηι χαίρουσα και εργασίαις πολυμόχθοις
σπερμεία σωρίτι αλωαία χλοόκαρπε
ή ναίεις αγνοίσιν Ελευσίνος γυάλοισιν
ιμερόεσσα ερατή θνητών θρέπτειρα προπάντων
η πρώτη ζεύξασα βοών αροτήρα τένοντα
και βίον ιμερόεντα βροτοίς πολύολβον ανείσα
αυξιθαλής Βρομίοιο συνέστιος αγλαότιμος
λαμπαδόεσσα αγνή δρεπάνοις χαίρουσα θερείοις
συ χθόνια συ δε φαινομένη συ δε πάσι προσηνής
εύτεκνε παιδοφίλη σεμνή κουροτρόφε κούρα
άρμα δρακοντείοισιν υποζεύξασα χαλινοίς
εγκυκλίοις δίναις περί σον θρόνον ευάζουσα
μουνογενής πολύτεκνε θεά πολυπότνια θνητοίς
ής πολλαί μορφαί πολυάνθεμοι ιεροθαλείς
ελθέ μάκαιρ' αγνή καρποίς βρίθουσα θερείοις
ειρήνην κατάγουσα και ευνομίην ερατεινήν
και πλούτον πολύολβον ομού δ' υγίειαν άνασσαν

ΔΙΟΝΥΣΟΥ
(θυμίαμα στύρακα)
Κικλήσκω Διόνυσον ερίβρομον ευαστήρα
πρωτόγονον διφυή τρίγονον Βακχείον άνακτα
άγριον άρρητον κρύφιον δικέρωτα δίμορφον
κισσόβρυον ταυρωπόν Αρήιον εύιον αγνόν
ωμάδιον τριετή βοτρυηφόρον ερνεσίπεπλον
Ευβοθλεύ πολύβουλε Διός και Περσεφονείης
αρρήτοις λέκτροισι τεκνωθείς άμβροτε δαίμον
κλύθι μάκαρ φωνής ηδύς δ' επίπνευσον αμεμφής
ευμενές ήτορ έχων συν ευζώνοισι τιθήναις

ΔΙΟΣ
(θυμίαμα στύρακα)
Ζεύ πολυτίμητε Ζεύ άφθιτε τήνδε τοι ημείς
μαρτυρίαν τιθέμεσθα λυτήριον ηδέ πρόσευξιν
ώ βασιλεύ δια σην κεφαλήν εφάνη τάδε θεία
γαία θεά μήτηρ ορέων θ' υψηχέες όχθοι
και πόντος και πανθ' οπόσ' ουρανός εντός έταξε
Ζεύ Κρόνιε σκηπτούχε καταιβάτα ομβριμόθυμε
παντογένεθλ' αρχή πάντων πάντων τε τελευτή
σεισίχθων αυξητά καθάρσιε παντοτινάκτα
αστρπαίε βρονταίε κεραύνιε φυτάλιε Ζεύ
κλύθι μου αιολόμορφε δίδου δ' υγίειαν αμεμφή
ειρήνην τε θεάν και πλούτου δόξαν άμεμπτον

ΕΡΜΟΥ
(θυμίαμα λίβανον)
Κλύθι μου Ερμεία Διός άγγελε Μαιάδος υιέ
παγκρατές ήτορ έχων εναγώνιε κοίρανε θνητών
εύφρων ποικιλόβουλε διάκτορε αργειφόντα
πτηνοπέδιλε φίλανδρε λόγου θνητοίσι προφήτα
γυμνάσιν ός χαίρεις δολίαις τ' απάταις τροφιούχε
ερμηνεύ πάντων κερδέμπορε λυσιμέριμνε
ός χείρεσσιν έχεις ειρήνης όπλον αμεμφές
Κωρυκιώτα μάκαρ εριούνιε ποικιλόμυθε
εργασίαις επαρωγέ φίλε θνητοίς εν ανάγκαις
γλώσσης δεινόν όπλον το σεβάσμιον ανθρώποισι
κλύθι μμου ευχομένου βιότου τέλος εσθλόν οπάζων
εργασίαισι λόγου χάρισιν και μνημοσύνηισιν

ΕΡΩΤΟΣ
Κικλήσκω μέγαν αγνόν εράσμιον ηδύν Ερωτα
τοξαλκή πτερόεντα πυρίδρομον εύδρομον ορμήι
συμπαίζοντα θεοίς ηδέ θνητοίς ανθρώποις
ευπάλαμον διφυή πάντων κληίδας έχοντα
αιθέρος ουρανίου πόντου χθονός ηδ' όσα θνητοίς
πνεύματα παντογένεθλα θεά βόσκει χλοόκαρπος
ηδ' όσα Τάρταρος ευρύς έχει πόντος θ' αλίδουπος
μούνος γαρ τούτων πάντων οίηκα κρατύνεις
αλλά μάκαρ καθαραίς γνώμαις μύσταισι συνέρχου
φαύλους δ' εκτοπίους θ' ορμάς από τώνδ' απόπεμπε

ΕΚΑΤΗΣ
Εινοδίαν Εκάτην κλήιζω τριοδίτιν εραννήν
ουρανίαν χθονίαν τε και ειναλίαν κροκόπεπλον
τυμβιδίαν ψυχαίς νεκύων μέτα βακχεύουσαν
Περσείαν φιλέρημον αγαλλομένην ελάφοισι
νυκτερίαν σκυλακίτιν αμαιμάκετον βασίλειαν
θηρόβρομον άζωστον απρόσμαχον είδος έχουσαν
ταυροπόλον παντός κόσμου κληιδούχον άνασσαν
ηγεμόνην νύμφην κουροτρόφον ουρεσιφοίτιν
λισσόμενος κούρην τελεταίς οσίαισι παρείναι
βουκόλωι ευμενέουσαν αεί κεχαρηότι θυμώι

Μοιράσου αυτό το άρθρο!