Ο Πάπυρος από το Δερβένι - Το αρχαίο Ελληνικό κείμενο PDF Εκτύπωση E-mail
Αρχαία Ελλάδα - Αρθρογραφία
Συντάχθηκε απο τον/την Χρήστος Ζ. Κώνστας   
Ευρετήριο Άρθρου
Ο Πάπυρος από το Δερβένι
Το αρχαίο Ελληνικό κείμενο
Ο «Πάπυρος από το Δερβένι»
Ο Πάπυρος από το Δερβένι (τμήματα)
A Translation of the Derveni Papyrus
Όλες οι Σελίδες

 

Το αρχαίο Ελληνικό κείμενο

Δερβένοι – Orphic Papyrus (fifth century BC)

Bold are the quotations from the commented Theogony (around 500 C according to WEST).

]ων []

[ ]μετα.[ ]..ουναι []

[ ].ίνεται[ ]α τῆς τύχης γὰ[ρ]

[ λα]μμανε [.]αρ ουτ[..... ...].δε κόσμος []

[ ].ησασ.οτοσμ.[..... ....]τα κοινὰ []

[ ].έστατα [ὅ]σος περὶ κε.[....] λόγωι λέγων []

[ ]. οὐ κατὰ φύσιν ἀνθρω[πηίου] εὖρος ποδὸς []

[ ]. οὐχ ὑπερβάλλων .ι.[.... ὅ]ρους ε[]

[εἰ δὲ μ]ή, ᾽Ερινύε[ς] νιν ἐξευρήσο[υσι]

[ ὑπερ]βατὸμ ποῆι κ[]

[ ].θυο[]

[ ].στει..σ.[]

[ ]α τὰ κοινὰ ῥ[]

[ ]υπε.ειν.[]

[ ]...[.].σ[ ]οσ.[]

[ ].γ γίνετα[ι δὲ σε]μνὸν []

[ ].η ἐξώλεα[ς σφᾶ]ς ποήσειν[]

[ δ]αίμονες οἳ κάτω [εἰ]σὶγ καὶ τ[ούτων ᾽Ε]ρινύες·

εἰσὶ δὲ θεῶν ὑπηρέται καὶ ἀνθρώ[πους κολά]ζουσι·

ὅσαι δὲ εἰσὶν ὅπωσπερ ἄρισται ἁμαρτη[μάτων ποῖ]να[ι,]

ἐκ τοῦ[δ᾽] αἰτίην [ἴσ]χουσ[ι τὰ] κάλλισ[τα]

[ π]οιοῦσι .[.].[ ]μέχρι ὁ ν[οῦς]

[ συ]νετ[ώτερος] γίνητ[αι]

[ ]ναστ[] χρη[στη]ριαζομ[]

Col. 1

χρη[σ]τηριαζον[]

αὐτοῖς παριμε..[.... μα]ντεῖον ἐπε.[]

τῶμ μαντευομέν[ων ἕν]εκεν εἰ θεμι[]

....ιδουδεινα τί ἀ[πισ]τοῦσι, οὐ γινώσ[κοντες τὰ ἐνύ]πνια

....τῶν ἄλλωμ πρ[α]γμάτων ἑκαστ[..... .....]ν ἂν

[.].[.].δειγμάτωμ π[ι]στεύοιεν ὑπὸ .[ ]

καὶ [τ]ῆς ἄλλης ἡδον[ῆ]ς νενικημέ[νοι ]σιν

[.... π]ιστεύουσι α[.]στιν δε...[ ]

[ ].θάνωσι μ[η.]ε γινώ[σ]κωσ[ι]

[..... ....].[.]ι καὶ θυσ[ί]α μ[....]..υσι..[] Col. 2

ε[..... ...].μα..ν δύν[.]ται δαίμονας ελ.[]

ρ.[..... ..].ς μεθιστάναι. δαίμονες εμπο[]

ψ[υχ..... .].οι τὴν θυσ[ίαν] τούτου ἔνεκεν []

οἱ μ[ύστα]ι ὡ[σ]περεὶ ποινὴ[ν] ἀποδιδόντες τοιδε[ ]

ἱεροῖ[ς] ἐπισπένδουσιν ὕ[δω]ρ καὶ γάλα, ἐξ ὧμπερ καὶ τὰς

χοὰς ποιοῦσι. ἀνάριθμα [καὶ] πολυόμφαλα τὰ πόπανα

θύουσιν ὅτι καὶ αἱ ψυχα[ὶ ἀνά]ριθμο[ί ε]ἰσι. μύσται

Εὐμενίσι προθύουσι κ[....].υ.α.[ ]αγοις· Εὐμενίδες γὰρ

ψυχαί [εἰ]σιν, ὧν ἕνεκ[εν ..... ..... ...]α θεοῖς θύειν

.....ιον πρότερον [..... ..... ....]ισγ[.....]ται

[.....]τεκαι....[ ]οι

[ ]λι[]

[ ].η καὶ θεμ[ι]τὰ λεγο[..... ..... .].ο γὰρ Col. 3

[ ]αι εἰπεῖν οὐχ οἷόν τ[ε ..... .... ὀ]νομάτων

[(τ)άπο]ρρηθέντα. ἔστι δε.[..... ...] πόησις

[ αἰνιγμ] ατώδης [..]. [.....]σαυτ.

[ ].κε θεὰς λέγειν [.. αἰν]ιγματωδῶ[ς]

[ ]αι μὲν οὖγ καὶ .[....]ο πρώτου

[ ]του ῥήματος ὥ[σπερ] καὶ ἐν τῶι

[ θ]ύρας γὰρ ἐπιθέ[σθαι κελ]εύσας τοὺς[ βεβήλους]

[ ]...ειμ φ.[.....] πολλοῖς

[ ]ν ἀκοὴν [..... .]ντας ...[]

[ ].ει.[..] []

[..... ....δ]εδήλω[ται ἐν τῶιδ]ε τῶι ἔπ[ει]· Col. 4

[ο]ἳ Διὸς ἐξεγένοντο [ὑπερμεν]έος βασιλῆος.

ὅπως δ᾽ ἄρχεται ἐν το[ῖσδε δη]λοῖ·

Ζεὺς μὲν ἐπεὶ δὴ [πατρὸς ὲο]ῦ πάρα θέ[σ]φατον ἀρχὴν

[ἀ]λκήν τ᾿ ἐγ χείρεσσι ἔ[λ]αβ[εγ κ]αὶ δαίμον[α] κυδρόν.

[τα]ῦτα τὰ ἔπη ὑπερβατά ἐό[ν]τα λανθά[νει],

[..].ιν δὲ ὧδ᾽ ἔχοντα· Ζεὺς μὲν ἐπεὶ τ[ὴν ἀλ]κὴν

[πα]ρὰ πατρὸς ἑοῦ ἔλαβεγ καὶ δαίμονα [κυδρ]όν.

[χρὴ ὧ]δ᾽ ἔχοντα οὐκ ἀκούειν τὸν Ζᾶ[να ..... ..]τει

[..... ..]ες ἀλλὰ τὴν ἀλκὴν λαμβ[αν]

[..... ...]οντα παρὰ θέσφατα δ[]

[..... .....].κ. γὰρ τούτωι μα[]

[..... ..... ἀ]νάγκην νομιζομ[]

[..... ....] καὶ μαθὼν ο.ο...[]

...αιτ.[...].ην οὖν τοῦ ἰσχυρ[ο]τάτου ἐπόη[σεν ] Col. 5

εἶναι ὡσ[περ]εὶ παῖδα πατρός. οἱ δὲ οὐ γινώσκον[τες]

τὰ λεγό[μεν]α δοκοῦσι τὸν Ζᾶνα παρὰ τοῦ αὑτο[ῦ]

πατρὸς [τὴν] ἀλκήν [τε καὶ] τὸν δαίμονα λαμμά[νειν].

γινώσκ[ων] οὖν τὸ [..... .] μεμειγμένον τοῖς

ἄλλοις ὅτι ταράσσοι καὶ κ[ωλ]ύοι τὰ ὄντα συνίστασθαι

διὰ τὴν θάλψιν ἐξαλλασ[σ..]..τε ἱκανόν ἐστιν

ἐξαλλαχθὲμ μὴ κωλύ[ειν τὰ] ὄντα συμπαγῆνα[ι].

ὅσα δ᾽ ἂ[ν] ἁφθῆι ἐπικρα[τεῖται. ἐπικ]ρατηθὲν δὲ μίσγεται

τοῖς ἄλ[λο]ις. ὅτι δ᾽ ἐγ χείρ[εσσιν ἔλαβ]εν ἠινίζετο

ὥσπε[ρ τ]ἆλλα τὰ π[ 14 ].ομεν [....]α

[βε]βαιότατα νοει[ 18 ]ν ἰσχυρός.

ἔφη τὸν Ζᾶνα τ.[ 16 ]ν δαίμονα

[ὡ]σπερεὶ ε[ ἰσχ]υροῦ.

καὶ λέγει[ν· οὐ γ]ὰρ λέ[γ]ειν οἷόν τε μὴ φωνοῦντ[α]. Col. 6

ἐνόμιζε δὲ τὸ αὐτὸν εἶναι τὸ λέγειν τε καὶ φωνεῖν.

λέγειν δὲ καὶ διδάσκειν τὸ αὐτὸ δ[ύ]ναται· οὐ γὰρ

οἷόν τε δι[δ]άσκειν ἄνευ τοῦ λέγειν ὅσα διὰ λόγων

διδάσκετα[ι]. νομίζεται δὲ τὸ διδάσκειν ἐν τῶι

λέγειν εἶν[αι]. οὐ τοίνυν τὸ μὲν διδάσκειν ἐκ τοῦ

λέγειν ἐ[φημί]σθη τὸ δὲ λέγειν ἐκ τοῦ φωνεῖν,

τὸ δ᾽ αὐτὸ[ν δύνα]ται φωνεῖγ καὶ λέγειν καὶ διδάσ[κειν].

οὕτω[ς οὐδὲγ κωλ]ύει πανομφεύουσαγ καὶ [πάντα]

διδά[σκουσαν τὸ αὐτ]ὸ εἶναι.

τροφ[ 13 ].....ι[..].αι ὅτι [ἅ]σσα

ὁ ἥλι[ος 8 ]αύει τα[ῦ]τα ἡ νὺξ τ.[]

σ[ 18 ] ἅσσα ὁ ἥλ[ι]ος .[..]ρ[

] τα[]

[τ]ῆς νυκτός. ἐξ ἀ[δύτοι]ο δ᾽ αὐτὴν [λέγει] χρῆσαι Col. 7

γνώμην ποιού[με]νος ἄδυτον ε[ἶ]ναι τὸ βάθος

τῆς Νυκτός· οὐ γ[ὰρ] δύνει ὥ[σ]περ τὸ φῶς, ἀλλά νιν

ἐν τῶι αὐτῶι μέ[νο]ν αὐγὴ κατα[λ]αμμάνει.

χρῆσαι δὲ καὶ ἀρκέσαι ταὐτὸ [δύ]ναται.

σκέψασθαι δὲ χρὴ ἐφ᾽ ὧι κεῖτα[ι τὸ] ἀρκέσαι

καὶ τὸ χρῆσαι.

χρᾶν τὸνδε τὸν θεὸν νομίζον[τες ἔρ]χονται

[π]ευσόμενοι ἅσσα ποῶσι· τα.[..... ..]ωι λέγει·

[ἡ δὲ] ἔχρησεν ἅπαντα τά οἱ θέ[μις .. .....]αι

[.....].ις ἐδήλωσεν ὅ[τ]ι ο[]

[ 14 ].ονται[]

καὶ ἀφ.[...].· τὸ δ᾽ ἐχόμε[νον ἔπ]ος ὧδ᾽ ἔχει· Col. 8

ὡς α[.... κα]τὰ καλὸν ἕδος νιφόεντος ᾿Ολύμπου.

῎Ολυμπ[ος καὶ χ]ρόνος τὸ αὐτόν· οἱ δὲ δοκοῦντες

῎Ολυμπ[ογ καὶ ο]ὐρανὸν [τ]αὐτὸ εἶναι ἐξαμαρ-

τάν[ουσι]ν, [οὐ γ]ινώσκον[τε]ς ὅτι οὐρανὸν οὐχ οἷόν τε

μακ[ρό]τερον ἢ εὐρύτε[ρο]ν εἶναι, χρόνον δὲ μακρὸν

εἴ τις [ὀνομ]άζο[ι] οὐκ ἂ[ν ἐξα]μαρτάνοι· ὁ δὲ ὅπου μὲν

οὐρανὸν θέ[λοι λέγειν, τὴμ] προσθήκην εὐρὺν

ἐποεῖτο, ὅπου [δὲ ῎Ολυμπον, τοὐ]ναντίον, εὐρὺμ μὲν

οὐδέποτε, μα[κρὸν δέ· νιφόεντα] δὲ φήσας εἶναι

τῆι [δ]υνάμει ε[ 15 ]ι νιφετώδει [ ]

[....] νιφετω[ 15 ]...ονε[]

[.....]αμ[]

Ζεὺς μὲν ἐπεὶ δὴ πατρὸς ἑοῦ πάρα [θέ]σφατ᾿ ἀκούσα[ς]· Col. 9

οὔτε γὰρ τό.ε ἤκουσεν, ἀλλὰ δεδήλω[τ]αι ὅπως

ἤκουσεν, οὔτε ἡ Νὺξ κελεύει. ἀλλὰ δηλοῖ ὧδε λέγων·

αἰδοῖογ κα[τ]έπινεν, ὃς αἰθέρα ἔχθορε πρῶτος.

ὅτι μὲμ πᾶ[σ]αν τὴμ πόησιν περὶ τῶμ πραγμάτων

αἰνίζεται κ[α]θ᾽ ἔπος ἕκαστον ἀνάγκη λέγειν.

ἐν τοῖς α[ἰδοίο]ις ὁρῶν τὴγ γένεσιν τοὺς ἀνθρώπου[ς]

νομίζο[ντας εἶ]ναι τούτωι ἐχρήσατο, ἄνευ δὲ τῶν

αἰδοίων [οὐ γίν]εσθαι, αἰδοίωι εἰκάσας τὸν ἥλιο[ν]·

ἄνε[υ γὰρ τοῦ ἡλίου] τὰ ὄντα τοιαῦτα οὐχ οἷόν [τε]

γ..[ 14 ]ένων τῶν ἐόντων [ ]

πρ[ 14 ] τὸν ἥλιο[μ] πάντα ο[ ]

[ ]...[]

ἐχθόρηι τὸν λαμπρότατόν τε [καὶ λ]ευκό[τ]ατον Col. 10

χωρισθὲν ἀφ᾽ ἑωυτοῦ. τοῦτον οὖν τὸγ Κρόνον

γενέσθαι φησὶν ἐκ τοῦ ῾Ηλίου τῆι Γῆι, ὅτι αἰτίαν ἔσχε

διὰ τὸν ἥλιον κρούεσθαι πρὸς ἄλληλα.

διὰ τοῦτο λέγει· ὃς μέγ᾿ ἔρεξεν. τὸ δ᾽ ἐπὶ τούτωι·

Οὐρανὸς Εὐφρονίδης, ὃς πρώτιστος βασίλευσεν,

κρούοντα τὸν Νοῦμ πρὸς ἄλληλ[α] Κρόνον ὀνομάσας

μέγα ῥέξαι φησὶ τὸν Οὐρανόν· ἀ[φα]ιρεθῆναι γὰρ

τὴμ βασιλείαν αὐτόγ. Κρόνον δὲ ὠνόμασεν ἀπὸ τοῦ

.[.].ου αὐτὸν καὶ τἆλλα κατὰ [τὸν αὐτὸν λ]όγον

[ἔκαστ]ον· τῶγ γὰρ ἁπαντ[ 14 ]ναν

[..... .]σορ[...]ν φύσιν [ 13 ]ν

[..... .]ς ἀφαιρ[εῖ]σθαι δ᾽ α[ὐτὸν .... τὴμ βασιλε]ίαν

[..... .].ενων [ 20 ]ντα

κρ[ο]ύεν αὐτὰ πρὸ[ς ἄλλ]ηλα κα[ὶ] ποήσηι το[....]ον Col. 11

χωρισθέντα διαστῆναι δίχ᾽ ἀλλήλων τὰ ἐόντα·

χωρ[ι]ζομένου γὰρ τοῦ ἡλίου καὶ ἀπολαμβανομένου

ἐμ μέσωι πήξας ἴσχει καὶ τἄνωθε τοῦ ἡλίου

καὶ τὰ κάτωθεν. ἐχόμενον δὲ ἔπος·

ἐκ τοῦ δὴ Κρόνος [α]ὖτις, ἔπειτα δὲ μητίετα Ζεύς,

λέγει ‹ὅ›τι ἐκ τοῦδε [ἀ]ρχή ἐστιν ἐξ ὅσου βασιλεύει ηδε

ἀρχὴ διηγεῖται .[....].οντα κρούωμ πρὸς ἄλληλα

διαστησασ..[... τὴ]ν νῦμ μετάστασιν οὐκ ἐξ ἑτέρ[ων]

ἕτερ᾽ ἄλλ᾽ ἑτε[ρ 9 ]

τὸ δ᾽ ἔπειτ[α δὲ μητίετα Ζεὺ]ς, ὅτι μὲν οὐχ ἕτερ[ος ]

ἀλλὰ ὁ αὐ[τὸς ..... ..... .]ι δὲ [τ]όδε·

Μῆτιγ κα[ 14 ]ωμ βασιληίδα τιμ[ήν]

εσ.[ 20 ]αι ιν.....[]

ει[]

[αἰδοῖ]ον τὸν ἥλιον ἔφ[η]σεν εἶναι δε[δήλω]ται. ὅτι δὲ Col. 12

ἐκ τῶν ὑπαρχόντων τὰ νῦν ὄντα γίνεται λέγει·

πρωτογόνου βασιλέως αἰδοίου, τοῦ δ᾿ ἄρα πάντες

ἀθάνατοι προσέφυμ μάκαρες θεοὶ ἠδὲ θέαιναι

καὶ ποταμοὶ καὶ κρῆναι ἐπήρατοι ἄλλα τε πάντα,

[ὅ]σσα τότ᾿ ἦγ γεγαῶτ᾿, αὐτὸς δ᾿ ἄρα μοῦνος ἔγεντο.

[ἐ]ν τούτοις σημαίνει ὅτι τὰ ὄντα ὑπῆ[ρ]χεν ἀεί, τὰ δὲ

ν[ῦ]ν ἐόντα ἐκ τῶν ὑπαρχόντων γίν[ετ]αι. τὸ δὲ

[αὐ]τὸς δὲ ἄρα μοῦνος ἔγεντο, τοῦτο δὲ [λ]έγων δηλοῖ

[αὐ]τὸν Νοῦμ πάντων ἄξιον εἶναι μόν[ο]ν ἐόντα

[ὡσπερ]εὶ μηδὲν τἆλλα εἴη· οὐ γὰρ [οἷόν τε τα]ῦτα εἶναι

[τὰ .....]οντα ἄ[νε]υ τοῦ Νοῦ [ 11 ]ομένωι

[..... ..]ου ἄξιον πάντων [ 14 ].ναι

[..... ..]ν βασιλεὺ[ς] πάντ[ων 14 ]ειτα

[..... .] Νοῦς καὶ .[ 20 ].τον

π[ρό]τερον ἦν πρ[ὶν ὀνο]μ[α]σθῆνα[ι]· ἔπ[ει]τα ὠνομάσθ[η]· Col. 13

ἦγ γὰρ καὶ πρόσθεν [ ]ων η τὰ νῦν ἐόντα συσταθῆναι

ἀὴρ καὶ ἔσται ἀεί· οὐ γὰρ ἐγένετο, ἀλλὰ ἦν· δι᾽ ὅ τι δὲ

ἀὴρ ἐκλήθη δεδήλωται ἐν τοῖς προτέροις. γενέσθαι δὲ

ἐνομίσθη ἐπείτ᾽ ὠνομάσθη Ζεύς, ὡσπερεὶ πρότερον

μή ἐών. καὶ ὕστατον ἐφησεν ἔσεσθαι τοῦτον, ἔπειτ.

ὠνομάσθη Ζεὺς καὶ τοῦτο αὐτῶι διατελεῖ ὄνομα ὄν

μέχρι εἰς τὸ αὐτὸ εἶδος τὰ νῦν ἐόντα συνεστάθη,

ἐν ὧιπερ πρόσθεν [ἐ]όντα ἠιωρεῖτο. τὰ δὲ ὄντα [ ]

γενέσθαι τοιαῦτ[α] διὰ τοῦτον καὶ γενόμενα [ ]

ἐν τούτω[ι ..... . ση]μαίνει δ᾽ ἐν τοῖς ἔπεσι τ[οῖσδε]·

Ζεὺς κεφα[λή, Ζεὺς μέσσ]α, Διὸς δ᾿ ἐκ [π]άντα τέτ[υκται]·

[κ]εφαλη[ 15 ]ντ᾽ αἰν[ί] ζεται ο[]

κεφαλη[ 15 ] ἀρχὴ γίνεται σ.[]

.[ 16 συστ]αθῆναι .[]

[ ]α φάμενος [....]ν Col. 14

καὶ τὰ κατω[...]μενα τὴν δ[....] καὶ τἆλλα πάν[τ]α εἶναι

ἐν τῷι ἀέρι π[νε]ῦμα ἑόν. τοῦτ᾽ οὖν τὸ πνεῦμα ᾽Ορφεὺς

ὠνόμασεμ Μοῖραν. οἱ δ᾽ ἄλλοι ἄνθρωποι κατὰ φάτιμ ῟Μοῖραν

ἐπικλῶσαι῏ φασὶν ῟σφίσιγ῏ καὶ ῟ἔσεσθαι ταῦθ᾽ ἅσσα Μοῖρα

ἐπέκλωσεν῏, λέγοντες μὲν ὀρθῶς οὐκ εἰδότες δὲ

οὔτε τὴμ Μοῖραν ὅ τί εστιν οὔτε τὸ ἐπικλῶσαι. ᾽Ορφεὺς γὰρ

τὴμ φρόνησ[ι]μ Μοῖραν ἐκάλεσεν· ἐφαίνετο γὰρ αὐτῶι

τοῦτο προσφερέστατον ε[ἶ]ναι ἐξ ὧν ἅπαντες ἄνθρωποι

ὠνόμασαμ. πρὶμ μὲγ γὰρ κληθῆναι Ζῆνα, ἦμ Μοῖρα

φρόνησις τοῦ θεοῦ ἀεί τε καὶ [δ]ιὰ παντός· ἐπεὶ δ᾽ ἐκλήθη

Ζεύς, γενέσθαι αὐτὸν δ[οκοῦσ]ι, ὄντα μέγ καὶ πρόσθεν

[ὀ]νομαζόμ[ε]νον δ᾽ ὅ[τε 8 ].. Ζεὺς πρῶτος

[..... ....]τογ γ..ντα[ 10 ] ἐπειτ[.]....[ . ].ο

[..... ..ἀ]νθρώπ[ων οἱ μὴ συνιέντ]ες τὰ λεγόμενα [ ]

[ ]τὸν Ζῆνα [ ]

εκ[.....]...ντα ιν [ἕκ]αστογ κέκ[λητ]αι ἀπὸ τοῦ Col. 15

ἐπικρατοῦντος, Ζεὺ[ς] πάντα κατὰ τὸν αὐτὸν

λόγον ἐκλήθη· πάντας γὰρ ὁ ἀὴρ ἐπικρατεῖ

τοσοῦτον ὅσομ βούλεται. ῟Μοῖραν῏ δ᾽ ῟ἐπικλῶσαι῏

λέγοντες τοῦ Διὸς τὴμ φρόνησιν ἐπικυρῶσαι

λέγουσιν τὰ ἐόντα καὶ τὰ γινόμενα καὶ τὰ μέλλοντα,

ὅπως χρὴ γενέσθαι τε καὶ εἶναι κα[ὶ] παύσασθαι.

βασ[ι]λεῖ δὲ αὐτὸν εἰκάζει (τοῦτο γάρ οἱ προσφέρειν

ἐφα[ί]νετο ἐκ τῶν λεγομένων ὀνομάτων) λέγων ὧδε·

Ζεὺς βασιλεύς, Ζεὺς δ᾿ ἀρχὸς ἁπάντων ἀργικέραυνος.

[βασιλέ]α ἔφη εἶναι ὅτι πολλ[ῶν ..... ..].ωμ μία

[ἀρχὴ κ]ρατεῖ καὶ πάντα τελεῖ [..... ....]. οὐδενὶ

[..... ....]χιν τε[λ]έσαι []

[..... ....] ἀρχὸν δε[]

[..... .. ἄρ]χεται δια[]

ἀνθρώπω[ν ἐμ] πόλεσιν ἐπιτελέσαντες [τὰ ἱε]ρὰ εἶδον, Col. 16

ἔλασσον σφᾶς θαυμάζω μὴ γ[ι]νώσκειν (οὐ γὰρ οἷόν τε

ἀκοῦσαι ὁμοῦ καὶ μαθεῖν τὰ λεγόμενα), ὅσοι δὲ παρὰ τοῦ

τέχνημ ποιουμένου τὰ ἱερὰ, οὗτοι ἄξιοι θαυμάζεσθαι

καὶ οἰκτε[ί]ρεσθαι, θαυμάζεσθαι μὲν ὅτι δοκοῦντες

πρότερον ἢ ἐπιτελέσαι εἰδήσειν ἀπέρχονται ἐπι-

τελέσαντες πρὶν εἰδέναι οὐδ᾽ ἑπανερόμενοι ὥσπερ

ὡς εἰδότες τ[ι] ὧν εἶδον ἢ ἤκουσαν ἢ ἔμαθον· [οἰ]κτειίιρεσθαι δὲ

ὅτι οὐκ ἀρκε[ῖ] σφιν τὴν δαπάνην προανηλῶσθαι ἀλλὰ

καὶ τῆς γνώμης στερόμενοι προσαπέρχονται.

πρὶμ μὲν τὰ [ἱε]ρὰ ἐπιτελέσαι ἐλπίζον[τε]ς εἰδήσειν

ἐπ[ιτελέσ]αν[τες] δὲ στερηθέντες κα[ὶ τῆ]ς ἐλπί[δος] ἀπέρχονται.

τ.[ 10 ].υοντ[...]λογοσ..[..]ται[.....].να

.[ 20 ].υο.[ μ]ητρὶ μὲν

[ ]ως εἶδε

οὔτε τὸ ψυχ[ρὸν] τῶι ψυχρῶι. θόρνηι δὲ λέγ[ων] δηλοῖ Col. 17

ὅτι ἐν τῶι ἀέρι κατὰ μικρὰ μεμερισμένα ἐκινεῖτο

καὶ ἐθόρνυτο, θορνύμενα δὲ κατασυνεστάθη

πρὸς ἄλληλα. μέχρι δὲ τούτου ἐθόρνυτο, μέχρι

ἕκαστον ἦλθεν εἰς τὸ σύνηθες. ᾽Αφροδίτη οὐρανία

καὶ Ζεὺς καὶ ἀφροδισιάζειν καὶ θόρνυσθαι καὶ Πειθὼ

καὶ ῾Αρμονία τῶι αὐτῶι θεῶι ὄνομα κεῖται. ἀνὴρ

γυναικὶ μισγόμενος ἀφροδισιάζειν λέγεται κατὰ

φάτιν. τῶγ γὰ[ρ] νῦν ἐόντωμ μιχθέντων ἀλλ[ή]λοις

᾽Αφροδίτη ὠν[ο]μάσθη. Πειθώ δ᾽ ὅτι εἶξεν τὰ ἐ[ό]ντα

ἀλλήλο[ι]σιν. ε[ἴ]κειν δὲ καὶ πείθειν τὸ αὐτόν. [῾Α]ρμονία δὲ

ὅτι πο[..... ...ἠ]ρμοσε τῶν ἐόντων ἑκάστω[..]·

ἦμ μὲγ γ[ὰρ καὶ πρ]όσθεν, ὠνομάσθη δὲ γενέσ[θαι] ἐπεὶ

διεκρίθ[η· τὸ δὲ δι]ακριθῆν[α]ι δηλοῖ ὅτ[ι] .[....].εις

εδι..[..... .]ατειωσ[ ]

[ 15 ].[....]ν .[ ] νῦν

πά[ντ᾽ οὖ]ν ὁμοίω[ς ὠ]νόμασεν ὡς κάλλιστα ἠ[δύν]ατο Col. 18

γινώσκων τῶν ἀνθρώπων τὴμ φύσιν, ὅτι οὐ πάντες

ὁμοίαν ἔχουσιν οὐδὲ θέλουσιν πάντες ταὐτά·

κρατιστεύοντες λέγουσι ὅ τι ἂν αὐτῶν ἑκάστωι

ἐπὶ θυμὸν ἔλθηι, ἅπερ ἂν θέλοντες τυγχάνωσι,

οὐδαμὰ ταὐτά, ὑπὸ πλεονεξίας, τὰ δὲ καὶ ὑπ᾽ ἀμαθίας.

Γῆ δὲ καὶ Μήτηρ καὶ ῾Ρέα καὶ ῞Ηρη ἡ αὐτή. ἐκλήθη δὲ

Γῆ μὲν νόμωι, Μήτηρ δ᾽ ὅτι ἐκ ταύτης πάντα γ[ίν]εται.

Γῆ καὶ Γαῖα κατὰ [γ]λῶσσαν ἑκάστοις. Δημήτη[ρ δὲ]

ὠνομάσθη ὥσπε[ρ] ἡ Γῆ Μήτηρ, ἐξ ἀμφοτέρων ι[ν] ὄνομα·

τὸ αὐτὸ γὰρ ἦν. - ἔστι δὲ καὶ ἐν τοῖς ῞Υμνοις εἰ[ρη]μένον·

Δημήτηρ [῾Ρ]έα Γῆ Μή[τ]ηρ ῾Εστία Δηιώι. καλε[ῖτ]αι γὰρ

καὶ Δηιὼ ὅτι ἐδηι[ώθ]η ἐν τῆι μείξει. δηλώσει δ.[..]αν

κ[α]τὰ τὰ επ[.]γε.[...]· ῾Ρέα δ᾽ ὅτι πόλλὰ καὶ ...[ ]

ζῶια ἔφυ [ 11 ] ἐξ αὐτῆς. ῾Ρέα κα.[]

κα[ 17 ].ηοεκ[]

τοῦτο τὸ ἔπος πα[ρα]γωγὸμ πεπόηται καὶ το[ῖς μ]ὲν Col. 19

πολλοῖς ἄδηλόν ἐστιν τοῖς δὲ ὀρθῶς γινώσκουσι

εὔδηλον ὅτι ᾽Ωκεανός ἐστιν ὁ ἀήρ, ἀὴρ δὲ Ζεύς·

οὔκουν ἐμήσατο τὸν Ζᾶνα ἕτερος Ζεὺς ἀλλ᾽ αὐτὸς

αὑτῶι σθένος μέγα. οἱ δ᾽ οὐ γινώσκοντες τὸν

᾽Ωκεανὸν ποταμὸν δοκοῦσιν εἶναι ὅτι εὐρὺ ῥέοντα

προσέθηκεν. ῎ὁ δὲ σημαίνει τὴν αὑτοῦ γνώμην

ἐν τοῖς λεγομέν[ο]ις καὶ νομιζομένοις ῥήμασι.

καὶ γὰρ τῶν ἀν[θ]ρώπων τοὺς μέγα δυνατ[οῦ]ντας

῟μεγάλους῏ φασὶ ῟ῥυῆναι῏. τὸ δ᾽ ἐχόμενον·

ἶνας δ᾿ ἐγ.α[... σ]σ᾿ ᾿Αχελώιου ἀργυ[ρ]οδίνε[ω]

τῶ[ι] ὕδα[τι .....]σι ᾽Αχελῶιον ὄνομ[α ..].δ.[ ]

τὰ[ς] δ᾽ ἶνα[ς ἐγ.α...]σσαι ἐστ[ὶν τ]ὸ ἐγγ.[....]αι

τη.[ ]..[ 11 ].ων αυ[ 13 ]..

ἑκασ[τ 12 ]δεβουλ[]

..ν[ 13 ]οντο[]

ἴσα ἐστὶν ἐκ τοῦ [μέ]σου μετρούμενα, ὅσα δ[ὲ μ]ὴ Col. 20

κυκλοειδέα οὐχ οἷόν τε ἰσομελῆ εἶναι. δηλοῖ δὲ τόδε·

ἣ πολλοῖς φαίνει μερόπεσσι ἐπ᾿ ἀπείρονα γαῖαν.

τοῦτο τὸ ἔπος δόξειεν ἄν τις ἄλλως ἐρῆσ[θ]αι, ὅτι

ἤν ὑπερβάληι μᾶλλον τὰ ἐόντα φαίνεται ἢ πρὶν

ὑπερβάλλειν. ὁ δὲ οὐ τοῦτο λέγει φαίνειν αὐτήν

(εἰ γὰρ τοῦτο ἔλεγε, οὐκ ἂμ ῟πολλοῖς῏ ἔφη φαίνειν αὐτὴν

ἀλλὰ ῟πᾶσιν῏) ἀλλὰ τοῖς τε τὴγ γῆν ἐργαζομένοις

καὶ τοῖς ναυτιλλομένοις, ὁπότε χρὴ πλεῖν, τούτοις

τὴν ὥραν. εἰ γὰρ μὴ ἦν σελήνη, οὐκ ἂν ἐξηύρ[ι]σκον

οἱ ἄνθρωποι τὸν ἀριθμὸν οὔτε τῶν ὡρέων ο[ὔ]τε τῶν

ἀνέμω[ν ..... .....] καὶ τἆλλα πάντα [..... .]ην

εκ[ 18 ]σαεν[ 13 ]·

[ ]

[ ]ς

καὶ λαμπρό[τ]ητα· τὰ δ᾽ ἐξ ὧν ἡ σελήνη [λε]υκότατα μὲν Col. 21

τῶν ἄλλων κατὰ τὸν αὐτὸν λόγον μεμερισμένα

θερμὰ δ᾽ οὔ[κ] ἐστι. ἔστι δὲ καὶ ἄλλα νῦν ἐν τῶι ἀέρι ἑκὰς

ἀλλήλων α[ἰ]ωρούμεν᾽, ἀλλὰ τῆς μὲν ἡμέρης ἄδηλ᾽ ἐστὶν

ὑ[πὸ] τοῦ ἡλίου ἐπικρατούμενα τῆς δὲ νυκτὸς ἐόντα

δῆλά ἐστιν, ἐπικρατεῖται δὲ διὰ σμικ[ρ]ότητα.

αἰωρεῖται δ᾽ αὐτῶν ἕκαστα ἐν ἀνάγκηι, ὡς ἂμ μὴ συνίηι

πρὸς ἄλληλα· εἰ γὰρ μή, συνέλθοι ιἂνι ἁλέα ὅσα τὴν αὐτὴν

δύναμιν ἔχει, ἐξ ὧν ὁ ἥλιος συνεστάθη. τὰ νῦν ἐόντα

ὁ θεὸς εἰ μὴ ἤθελεν εἶναι, οὐκ ἂν ἐπόησεν ἥλιον. ἐποίησε δὲ

τοιοῦτογ καὶ τ[ο]σοῦτον γινόμενον οἷος ἐν ἀρχῆι τοῦ λόγου

διηγεῖ[τ]αι, τὰ δ᾽ [ἐ]πὶ τούτοις ἐπίπροσθε π[ο]ιεῖται

[οὐ β]ου[λό]μενο[ς] πάντας γιν[ώ]σκε[ι]ν. ἐν δὲ [τ]ῶιδε σημαί[νει]

[...]..[.]μει[..]...αδιο[..... ..]σα[...]..

μη[τρ]ὸς μὲν ὅτι μήτηρ ὁ Ν[οῦ]ς ἔστιν τῶν ἄλλων Col. 22

ἑᾶς δὲ ὅτι ἀγαθῆς. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπε[σιν]

ὅτι ἀγαθὴν σημαίνει.

῾Ερμῆ Μαιάδος υἱὲ διάκτορε δῶτορ ἐάων.

δηλοῖ δὲ καὶ ἐν τ[ῶ]ιδε·

δοιοὶ γάρ τε πίθοι κατακήαται ἐν Διὸς οὔδει

δώρων οἷα διδοῦσι, κακῶν, ἕτερος δέ τ᾽ ἐάων.

οἱ δὲ τὸ ῥῆμα οὐ γινώσκοντες δοκοῦσιν εἶναι

μητρὸς ἑαυτοῦ· ὁ δ᾽ εἴπερ ἤθελεν ἑαυτοῦ μητρὸς

ἐμ φιλότητι ἀποδεῖξαι θέλοντα μιχθῆναι τὸν

θεόν, ἐξῆν αὐτῶι γράμματα παρακλίναντα

῟μητρὸς ἑοῖο῏ εἰπε[ῖ]ν· οὕτω γ[ὰ]ρ ἂν ῟ἑαυτοῦ῏ γίνοιτο

[.....]αυτῆς ανε[..... ..δ]ῆλον ὅτι [..... .] [ ]

[.....]εν τῆι συ.[..... ...] ἄμφοτερ[]

[..... . ἀ]γαθη.[..... ....].α[]

[..... .].εναι[]